Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 59.36 | Dem. 59.39 (English) | >>Dem. 59.43 |
59.38ἐπάρας δὲ αὐτὴν οὗτος ἐν τοῖς Μεγάροις τῷ λόγῳ καὶ φυσήσας , ὡς κλαύσοιτο ὁ Φρυνίων εἰ ἅψοιτο αὐτῆς , αὐτὸς δὲ γυναῖκα αὐτὴν ἕξων , τούς τε παῖδας τοὺς ὄντας αὐτῇ τότε εἰσάξων εἰς τοὺς φράτερας ὡς αὑτοῦ ὄντας καὶ πολίτας ποιήσων , ἀδικήσει δὲ οὐδεὶς ἀνθρώπων , ἀφικνεῖται αὐτὴν ἔχων δεῦρο ἐκ τῶν Μεγάρων , καὶ παιδία μετʼ αὐτῆς τρία , Πρόξενον καὶ Ἀρίστωνα καὶ θυγατέρα , ἣν νυνὶ Φανὼ καλοῦσιν ·
59.39καὶ εἰσάγει αὐτὴν καὶ τὰ παιδία εἰς τὸ οἰκίδιον ὃ ἦν αὐτῷ παρὰ τὸν ψιθυριστὴν Ἑρμῆν , μεταξὺ τῆς Δωροθέου τοῦ Ἐλευσινίου οἰκίας καὶ τῆς Κλεινομάχου , ἣν νυνὶ Σπίνθαρος παρʼ αὐτοῦ ἐώνηται ἑπτὰ μνῶν . ὥστε ἡ μὲν ὑπάρχουσα Στεφάνῳ οὐσία αὕτη ἦν καὶ ἄλλο οὐδέν · δυοῖν δʼ ἕνεκα ἦλθεν ἔχων αὐτήν , ὡς ἐξ ἀτελείας τε ἕξων καλὴν ἑταίραν , καὶ τὰ ἐπιτήδεια ταύτην ἐργασομένην καὶ θρέψουσαν τὴν οἰκίαν · οὐ γὰρ ἦν αὐτῷ ἄλλη πρόσοδος , ὅ τι μὴ συκοφαντήσας τι λάβοι .
59.40πυθόμενος δὲ ὁ Φρυνίων ἐπιδημοῦσαν αὐτὴν καὶ οὖσαν παρὰ τούτῳ , παραλαβὼν νεανίσκους μεθʼ ἑαυτοῦ καὶ ἐλθὼν ἐπὶ τὴν οἰκίαν τὴν τοῦ Στεφάνου ἦγεν αὐτήν . ἀφαιρουμένου δὲ τοῦ Στεφάνου κατὰ τὸν νόμον εἰς ἐλευθερίαν , κατηγγύησεν αὐτὴν πρὸς τῷ πολεμάρχῳ . καὶ ὡς ἀληθῆ λέγω , τούτων αὐτὸν μάρτυρα ὑμῖν τὸν τότε πολέμαρχον παρέξομαι . καί μοι κάλει Αἰήτην Κειριάδην .
Μαρτυρία
Αἰήτης Κειριάδης μαρτυρεῖ πολεμαρχοῦντος αὑτοῦ κατεγγυηθῆναι Νέαιραν τὴν νυνὶ ἀγωνιζομένην ὑπὸ Φρυνίωνος τοῦ Δημοχάρους ἀδελφοῦ ,καὶ ἐγγυητὰς γενέσθαι Νεαίρας Στέφανον Ἐροιάδην ,Γλαυκέτην Κηφισιέα ,Ἀριστοκράτην Φαληρέα .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 59.36 | Dem. 59.39 (English) | >>Dem. 59.43 |